ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'
20 ΚΑΙ
ἐγένετο ἐν τῷ ἐπιόντι
ἔτει ἐν τῇ ἐξόδῳ τῶν
βασιλέων καὶ ἤγαγεν ᾿Ιωὰβ
πᾶσαν τὴν δύναμιν τῆς
στρατιᾶς, καὶ ἔφθειραν τὴν
χώραν υἱῶν ᾿Αμμών· καὶ
ἦλθε καὶ περιεκάθισε τὴν
Ραββά· καὶ Δαυὶδ ἐκάθισεν
ἐν ῾Ιερουσαλήμ· καὶ
ἐπάταξεν ᾿Ιωὰβ τὴν Ραββὰ
καὶ κατέσκαψεν αὐτήν. 2 καὶ
ἔλαβε Δαυὶδ τὸν στέφανον
Μολχὸμ τοῦ βασιλέως αὐτῶν
ἀπὸ τῆς κεφαλῆς αὐτοῦ,
καὶ εὑρέθη ὁ σταθμὸς
αὐτοῦ τάλαντον χρυσίου, καὶ
ἐν αὐτῷ λίθος τίμιος, καὶ
ἦν ἐπὶ τὴν κεφαλὴν
Δαυίδ· καὶ σκῦλα τῆς
πόλεως ἐξήνεγκε πολλὰ
σφόδρα. 3 καὶ τὸν λαὸν τὸν
ἐν αὐτῇ ἐξήγαγε καὶ
διέπρισε πρίοσι καὶ ἐν
σκεπάρνοις σιδηροῖς καὶ ἐν
διασχίζουσι· καὶ οὕτως
ἐποίησε Δαυὶδ τοῖς πᾶσιν
υἱοῖς ᾿Αμμών. καὶ
ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ
λαὸς αὐτοῦ εἰς
῾Ιερουσαλήμ. 4 καὶ ἐγένετο
μετὰ ταῦτα καὶ ἐγένετο
ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ
τῶν ἀλλοφύλων. τότε
ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ
τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν
τῶν γιγάντων, καὶ
ἐταπείνωσεν αὐτόν. 5 καὶ
ἐγένετο ἔτι πόλεμος μετὰ
τῶν ἀλλοφύλων. καὶ
ἐπάταξεν ᾿Ελλανὰν υἱὸς
᾿Ιαΐρ τὸν Λαχμὶ ἀδελφὸν
Γολιὰθ τοῦ Γεθθαίου, καὶ
ξύλον δόρατος αὐτοῦ ὡς
ἀντίον ὑφαινόντων. 6 καὶ
ἐγένετο ἔτι πόλεμος ἐν
Γέθ, καὶ ἦν ἀνὴρ
ὑπερμεγέθης, καὶ δάκτυλοι
αὐτοῦ ἓξ καὶ ἕξ,
εἰκοσιτέσσαρες, καὶ οὗτος
ἦν ἀπόγονος γιγάντων. 7 καὶ
ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ
ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν
υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ.
8 οὗτοι ἐγένοντο Ραφὰ ἐν
Γέθ· πάντες ἦσαν τέσσαρες
γίγαντες, καὶ ἔπεσον ἐν
χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ
παίδων αὐτοῦ. |