ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'
24 ΚΑΙ
τοῖς υἱοῖς ᾿Ααρὼν
διαιρέσεις· Ναδὰβ καὶ
᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ
᾿Ιθάμαρ. 2 καὶ ἀπέθανε
Ναδὰβ καὶ ᾿Αβιοὺδ
ἐναντίον τοῦ πατρὸς
αὐτῶν, καὶ υἱοὶ οὐκ
ἦσαν αὐτοῖς· καὶ
ἱεράτευσεν ᾿Ελεάζαρ καὶ
᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών. 3
καὶ διεῖλεν αὐτοὺς Δαυὶδ
καὶ Σαδὼκ ἐκ τῶν υἱῶν
᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ
ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ
κατὰ τὴν ἐπίσκεψιν αὐτῶν,
κατὰ τὴν λειτουργίαν αὐτῶν,
κατ᾿ οἴκους πατριῶν αὐτῶν. 4
καὶ εὑρέθησαν οἱ υἱοὶ
᾿Ελεάζαρ πλείους εἰς
ἄρχοντας τῶν δυνατῶν παρὰ
τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ
διεῖλεν αὐτούς, τοῖς
υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας
εἰς οἴκους πατριῶν
ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς
᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν
ὀκτώ. 5 καὶ διεῖλεν αὐτοὺς
κατὰ κλήρους τούτους πρὸς
τούτους, ὅτι ἦσαν ἄρχοντες
τῶν ἁγίων καὶ ἄρχοντες
Κυρίου ἐν τοῖς υἱοῖς
᾿Ελεάζαρ καὶ ἐν τοῖς
υἱοῖς ᾿Ιθάμαρ. 6 καὶ
ἔγραψεν αὐτοὺς Σαμαΐας
υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς
ἐκ τοῦ Λευὶ κατέναντι τοῦ
βασιλέως καὶ τῶν ἀρχόντων
καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ
᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ
καὶ ἄρχοντες τῶν πατριῶν
τῶν ἱερέων καὶ τῶν
Λευιτῶν, οἴκου πατριᾶς εἷς
εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς
εἷς τῷ ᾿Ιθάμαρ. 7 καὶ
ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος
τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ
ὁ δεύτερος, 8 τῷ Χαρὶβ ὁ
τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,
9 τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ
Μεϊαμὶν ὁ ἕκτος, 10 τῷ Κὼς
ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ
ὄγδοος, 11 τῷ ᾿Ιησοῦ ὁ
ἔνατος, τῷ Σεχενίᾳ ὁ
δέκατος, 12 τῷ ᾿Ελιαβὶ ὁ
ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ
δωδέκατος, 13 τῷ ᾿Οπφᾷ ὁ
τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ
ὁ τεσσαρεσκαιδέκατος, 14 τῷ
Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ
᾿Εμμὴρ ὁ ἑκκαιδέκατος, 15
τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος,
τῷ ᾿Αφεσὴ ὁ
ὀκτωκαιδέκατος, 16 τῷ Φεταίᾳ
ὁ ἐννεακαιδέκατος, τῷ
᾿Εζεκὴλ ὁ εἰκοστός, 17 τῷ
᾿Αχὶμ ὁ εἷς καὶ
εἰκοστός, τῷ Γαμοὺλ ὁ
δεύτερος καὶ εἰκοστός, 18 τῷ
᾿Αδαλλαὶ ὁ τρίτος καὶ
εἰκοστός, τῷ Μαασαὶ ὁ
τέταρτος καὶ εἰκοστός. 19
αὕτη ἡ ἐπίσκεψις αὐτῶν
κατὰ τὴν λειτουργίαν αὐτῶν
τοῦ εἰσπορεύεσθαι εἰς οἶκον
Κυρίου κατὰ τὴν κρίσιν
αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν
πατρὸς αὐτῶν, ὡς
ἐνετείλατο Κύριος ὁ Θεὸς
᾿Ισραήλ. 20 Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία. 21 τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας, 22 καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ. 23 υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος. 24 τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ. 25 ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία. 26 υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί. 27 υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ, 28 τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. 29 τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ. 30 καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι. |