ΛΕΥΙΤΙΚΟΝ
12 ΚΑΙ
ἐλάλησε Κύριος πρὸς Μωυσῆν
λέγων· 2 λάλησον τοῖς
υἱοῖς ᾿Ισραὴλ καὶ
ἐρεῖς πρὸς αὐτούς·
γυνή, ἥτις ἐὰν σπερματισθῇ
καὶ τέκῃ ἄρσεν, καὶ
ἀκάθαρτος ἔσται ἑπτὰ
ἡμέρας, κατὰ τὰς ἡμέρας
τοῦ χωρισμοῦ τῆς ἀφέδρου
αὐτῆς, ἀκάθαρτος ἔσται· 3
καὶ τῇ ἡμέρᾳ τῇ
ὀγδόῃ περιτεμεῖ τὴν
σάρκα τῆς ἀκροβυστίας
αὐτοῦ· 4 καὶ τριάκοντα καὶ
τρεῖς ἡμέρας καθήσεται ἐν
αἵματι ἀκαθάρτῳ αὐτῆς,
παντὸς ἁγίου οὐχ ἅψεται
καὶ εἰς τὸ ἁγιαστήριον
οὐκ εἰσελεύσεται, ἕως ἂν
πληρωθῶσιν αἱ ἡμέραι
καθάρσεως αὐτῆς. 5 ἐὰν δὲ
θῆλυ τέκῃ, καὶ ἀκάθαρτος
ἔσται δὶς ἑπτὰ ἡμέρας,
κατὰ τὴν ἄφεδρον αὐτῆς·
καὶ ἑξήκοντα ἡμέρας καὶ
ἓξ καθεσθήσεται ἐν αἵματι
ἀκαθάρτῳ αὐτῆς. 6 καὶ
ὅταν ἀναπληρωθῶσιν αἱ
ἡμέραι καθάρσεως αὐτῆς
ἐφ᾿ υἱῷ ἢ ἐπὶ
θυγατρί, προσοίσει ἀμνὸν
ἐνιαύσιον ἄμωμον, εἰς
ὁλοκαύτωμα, καὶ νεοσσὸν
περιστερᾶς ἢ τρυγόνα περὶ
ἁμαρτίας ἐπὶ τὴν θύραν
τῆς σκηνῆς τοῦ μαρτυρίου
πρὸς τὸν ἱερέα, 7 καὶ
προσοίσει αὐτὸν ἔναντι
Κυρίου καὶ ἐξιλάσεται περὶ
αὐτῆς ὁ ἱερεύς καὶ
καθαριεῖ αὐτὴν ἀπὸ τῆς
πηγῆς τοῦ αἵματος αὐτῆς.
οὗτος ὁ νόμος τῆς τικτούσης
ἄρσεν ἢ θῆλυ. 8 ἐὰν δὲ
μὴ εὑρίσκῃ ἡ χεὶρ
αὐτῆς τὸ ἱκανὸν εἰς
ἀμνόν, καὶ λήψεται δύο
τρυγόνας ἢ δύο νεοσσοὺς
περιστερῶν, μίαν εἰς
ὁλοκαύτωμα καὶ μίαν περὶ
ἁμαρτίας, καὶ ἐξιλάσεται
περὶ αὐτῆς ὁ ἱερεύς,
καὶ καθαρισθήσεται |