ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
12
10 Καὶ ἐγένετο λιμὸς
ἐπὶ τῆς γῆς, καὶ κατέβη
῞Αβραμ εἰς Αἴγυπτον
παροικῆσαι ἐκεῖ, ὅτι
ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ
τῆς γῆς. 11 ἐγένετο δέ,
ἡνίκα ἤγγισεν ῞Αβραμ
εἰσελθεῖν εἰς Αἴγυπτον,
εἶπεν ῞Αβραμ Σάρᾳ τῇ
γυναικί· γινώσκω ἐγώ, ὅτι
γυνὴ εὐπρόσωπος εἶ· 12
ἔσται οὖν, ὡς ἂν ἴδωσί σε
οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι
γυνὴ αὐτοῦ ἐστιν αὐτή,
καὶ ἀποκτενοῦσί με, σὲ δὲ
περιποιήσονται. 13 εἰπὸν οὖν,
ὅτι ἀδελφὴ αὐτοῦ εἰμι,
ὅπως ἂν εὖ μοι γένηται διὰ
σέ, καὶ ζήσεται ἡ ψυχή μου
ἕνεκέν σου. 14 ἐγένετο δέ,
ἡνίκα εἰσῆλθεν ῞Αβραμ
εἰς Αἴγυπτον, ἰδόντες οἱ
Αἰγύπτιοι τὴν γυναῖκα
αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
15 καὶ εἶδον αὐτὴν οἱ
ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν
αὐτὴν πρὸς Φαραὼ καὶ
εἰσήγαγον αὐτὴν εἰς τὸν
οἶκον Φαραώ· 16 καὶ τῷ
῞Αβραμ εὖ ἐχρήσαντο δι᾿
αὐτήν, καὶ ἐγένοντο
αὐτῷ πρόβατα καὶ μόσχοι
καὶ ὄνοι καὶ παῖδες καὶ
παιδίσκαι καὶ ἡμίονοι καὶ
κάμηλοι. 17 καὶ ἤτασεν ὁ Θεὸς
τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις
καὶ πονηροῖς καὶ τὸν οἶκον
αὐτοῦ περὶ Σάρας τῆς
γυναικὸς ῞Αβραμ. 18 καλέσας δὲ
Φαραὼ τὸν ῞Αβραμ εἶπε· τί
τοῦτο ἐποίησάς μοι, ὅτι
οὐκ ἀπήγγειλάς μοι, ὅτι
γυνή σου ἐστίν; 19 ἱνατί
εἶπας ὅτι ἀδελφή μου ἐστί;
καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ
γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ
γυνή σου ἔναντί σου· λαβὼν
ἀπότρεχε. 20 καὶ ἐνετείλατο
Φαραὼ ἀνδράσι περὶ ῞Αβραμ
συμπροπέμψαι αὐτὸν καὶ τὴν
γυναῖκα αὐτοῦ καὶ πάντα,
ὅσα ἦν αὐτῷ. |