ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
16
7 Εὗρε δὲ αὐτὴν ἄγγελος
Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ
ὕδατος ἐν τῇ ἐρήμῳ,
ἐπὶ τῆς πηγῆς ἐν τῇ
ὁδῷ Σούρ. 8 καὶ εἶπεν
αὐτῇ ὁ ἄγγελος Κυρίου.
῎Αγαρ, παιδίσκη Σάρας, πόθεν
ἔρχῃ καὶ ποῦ πορεύῃ;
καὶ εἶπεν· ἀπὸ προσώπου
Σάρας τῆς κυρίας μου ἐγὼ
ἀποδιδράσκω. 9 εἶπε δὲ
αὐτῇ ὁ ἄγγελος Κυρίου·
ἀποστράφηθι πρὸς τὴν κυρίαν
σου καὶ ταπεινώθητι ὑπὸ τὰς
χεῖρας αὐτῆς. 10 καὶ εἶπεν
αὐτῇ ὁ ἄγγελος Κυρίου·
πληθύνων πληθυνῶ τὸ σπέρμα σου,
καὶ οὐκ ἀριθμηθήσεται
ὑπὸ τοῦ πλήθους. 11 καί
εἶπεν αὐτῇ ὁ ἄγγελος
Κυρίου· ἰδού, σὺ ἐν
γαστρί ἔχεις καὶ τέξῃ
υἱὸν καὶ καλέσεις τὸ
ὄνομα αὐτοῦ ᾿Ισμαήλ, ὅτι
ἐπήκουσε Κύριος τῇ
ταπεινώσει σου. 12 οὗτος ἔσται
ἄγροικος ἄνθρωπος αἱ χεῖρες
αὐτοῦ ἐπὶ πάντας, καὶ
αἱ χεῖρες πάντων ἐπ᾿
αὐτόν, καὶ κατὰ πρόσωπον
πάντων τῶν ἀδελφῶν αὐτοῦ
κατοικήσει. 13 καὶ ἐκάλεσεν
῎Αγαρ τὸ ὄνομα Κυρίου τοῦ
λαλοῦντος πρὸς αὐτήν· σὺ
ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι
εἶπε· καὶ γὰρ ἐνώπιον
εἶδον ὀφθέντα μοι. 14 ἕνεκεν
τούτου ἐκάλεσε τὸ φρέαρ
Φρέαρ οὗ ἐνώπιον εἶδον·
ἰδοὺ ἀνὰ μέσον Κάδης
καὶ ἀνὰ μέσον Βαράδ.
15 Καὶ ἔτεκεν ῎Αγαρ τῷ
῞Αβραμ υἱόν, καὶ ἐκάλεσεν
῞Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ
αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ
῎Αγαρ, ᾿Ισμαήλ. 16 ῞Αβραμ δὲ
ἦν ἐτῶν ὀγδοηκονταέξ,
ἡνίκα ἔτεκεν ῎Αγαρ τῷ
῞Αβραμ τὸν ᾿Ισμαήλ. |