ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
45
16 Καὶ διεβοήθη ἡ φωνὴ
εἰς τὸν οἶκον Φαραὼ
λέγοντες· ἥκασιν οἱ
ἀδελφοὶ ᾿Ιωσήφ. ἐχάρη
δὲ Φαραὼ καὶ ἡ θεραπεία
αὐτοῦ. 17 εἶπε δὲ Φαραὼ
πρὸς ᾿Ιωσήφ· εἰπὸν
τοῖς ἀδελφοῖς σου, τοῦτο
ποιήσατε· γεμίσατε τὰ
φορεῖα ὑμῶν καὶ ἀπέλθετε
εἰς γῆν Χαναὰν 18 καὶ
ἀναλαβόντες τὸν πατέρα
ὑμῶν καὶ τὰ ὑπάρχοντα
ὑμῶν ἥκετε πρός με, καὶ
δώσω ὑμῖν πάντων τῶν
ἀγαθῶν Αἰγύπτου, καὶ
φάγεσθε τὸν μυελὸν τῆς γῆς.
19 σὺ δὲ ἔντειλαι ταῦτα,
λαβεῖν αὐτοῖς ἁμάξας ἐκ
γῆς Αἰγύπτου τοῖς παιδίοις
ὑμῶν καὶ ταῖς γυναιξὶν
ὑμῶν. καὶ ἀναλαβόντες τὸν
πατέρα ὑμῶν παραγίνεσθε· 20
καὶ μὴ φείσησθε τοῖς
ὀφθαλμοῖς τῶν σκευῶν
ὑμῶν, τὰ γὰρ πάντα
ἀγαθὰ Αἰγύπτου ὑμῖν
ἔσται. 21 ἐποίησαν δὲ οὕτως
οἱ υἱοὶ ᾿Ισραήλ· ἔδωκε
δὲ ᾿Ιωσὴφ αὐτοῖς
ἁμάξας κατὰ τὰ εἰρημένα
ὑπὸ Φαραὼ τοῦ βασιλέως
καὶ ἔδωκεν αὐτοῖς
ἐπισιτισμὸν εἰς τὴν ὁδόν,
22 καὶ πᾶσιν ἔδωκε δισσὰς
στολάς, τῷ δὲ Βενιαμὶν ἔδωκε
τριακοσίους χρυσοῦς καὶ πέντε
ἐξαλλασσούσας στολάς, 23 καὶ
τῷ πατρὶ αὐτοῦ ἀπέστειλε
κατὰ τὰ αὐτὰ καὶ δέκα
ὄνους αἴροντας ἀπὸ πάντων
τῶν ἀγαθῶν Αἰγύπτου καὶ
δέκα ἡμιόνους αἰρούσας
ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς
ὁδόν. 24 ἐξαπέστειλε δὲ
τοὺς ἀδελφοὺς αὐτοῦ καὶ
ἐπορεύθησαν· καὶ εἶπεν
αὐτοῖς· μὴ ὀργίζεσθε
ἐν τῇ ὁδῷ.
25 Καὶ ἀνέβησαν ἐξ
Αἰγύπτου καὶ ἦλθον εἰς
γῆν Χαναὰν πρὸς ᾿Ιακὼβ
τὸν πατέρα αὐτῶν, 26 καὶ
ἀνήγγειλαν αὐτῷ
λέγοντες· ὅτι ὁ υἱός σου
᾿Ιωσὴφ ζῇ, καὶ αὐτὸς
ἄρχει πάσης γῆς Αἰγύπτου.
καὶ ἐξέστη τῇ διανοίᾳ
᾿Ιακώβ· οὐ γὰρ
ἐπίστευσεν αὐτοῖς. 27
ἐλάλησαν δὲ αὐτῷ πάντα
τὰ ρηθέντα ὑπὸ ᾿Ιωσήφ,
ὅσα εἶπεν αὐτοῖς. ἰδὼν
δὲ τὰς ἁμάξας, ἃς
ἀπέστειλεν ᾿Ιωσὴφ ὥστε
ἀναλαβεῖν αὐτόν,
ἀνεζωπύρησε τὸ πνεῦμα
᾿Ιακὼβ τοῦ πατρὸς αὐτῶν.
28 εἶπε δὲ ᾿Ισραήλ· μέγα
μοί ἐστιν, εἰ ἔτι ᾿Ιωσὴφ
ὁ υἱός μου ζῇ· πορευθεὶς
ὄψομαι αὐτὸν πρὸ τοῦ
ἀποθανεῖν με. |