ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
29
15 Εἶπε δὲ Λάβαν τῷ
᾿Ιακώβ· ὅτι γὰρ
ἀδελφός μου εἶ, οὐ
δουλεύσεις μοι δωρεάν·
ἀπάγγειλόν μοι, τίς ὁ
μισθός σου ἐστί; 16 τῷ δὲ
Λάβαν ἦσαν δύο θυγατέρες,
ὄνομα τῇ μείζονι Λεία, καὶ
ὄνομα τῇ νεωτέρᾳ Ραχήλ. 17
οἱ δὲ ὀφθαλμοὶ Λείας
ἀσθενεῖς, Ραχὴλ δὲ ἦν
καλὴ τῷ εἴδει καὶ ὡραία
τῇ ὄψει σφόδρα. 18 ἠγάπησε
δὲ ᾿Ιακὼβ τὴν Ραχὴλ καὶ
εἶπε· δουλεύσω σοι ἑπτὰ
ἔτη περὶ Ραχὴλ τῆς θυγατρός
σου τῆς νεωτέρας. 19 εἶπε δὲ
αὐτῷ Λάβαν· βέλτιον
δοῦναί με αὐτήν σοι, ἢ
δοῦναί με αὐτὴν ἀνδρὶ
ἑτέρῳ· οἴκησον μετ᾿
ἐμοῦ. 20 καὶ ἐδούλευσεν
᾿Ιακὼβ περὶ Ραχὴλ ἑπτὰ
ἔτη, καὶ ἦσαν ἐναντίον
αὐτοῦ ὡς ἡμέραι ὀλίγαι,
παρὰ τὸ ἀγαπᾷν αὐτὸν
αὐτήν. 21 εἶπε δὲ ᾿Ιακὼβ
τῷ Λάβαν· δός μοι τὴν
γυναῖκά μου, πεπλήρωνται γὰρ
αἱ ἡμέραι, ὅπως εἰσέλθω
πρὸς αὐτήν. 22 συνήγαγε δὲ
Λάβαν πάντας τοὺς ἄνδρας
τοῦ τόπου καὶ ἐποίησε
γάμον. 23 καὶ ἐγένετο
ἑσπέρα, καὶ λαβὼν Λείαν
τὴν θυγατέρα αὐτοῦ
εἰσήγαγε πρὸς ᾿Ιακὼβ καὶ
εἰσῆλθε πρὸς αὐτὴν
᾿Ιακώβ. 24 ἔδωκε δὲ Λάβαν
Λείᾳ τῇ θυγατρὶ αὐτοῦ
Ζελφὰν τὴν παιδίσκην αὐτοῦ
αὐτῇ παιδίσκην. 25 ἐγένετο
δὲ πρωΐ, καὶ ἰδοὺ ἦν
Λεία. εἶπε δὲ ᾿Ιακὼβ τῷ
Λάβαν· τί τοῦτο
ἐποίησάς μοι; οὐ περὶ
Ραχὴλ ἐδούλευσα παρὰ σοί;
καὶ ἱνατί παρελογίσω με; 26
ἀπεκρίθη δὲ Λάβαν· οὐκ
ἔστιν οὕτως ἐν τῷ τόπῳ
ἡμῶν, δοῦναι τὴν νεωτέραν
πρὶν ἢ τὴν πρεσβυτέραν· 27
συντέλεσον οὖν τὰ ἕβδομα
ταύτης, καὶ δώσω σοι καὶ
ταύτην ἀντὶ τῆς ἐργασίας,
ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι
ἑπτὰ ἔτη ἕτερα. 28 ἐποίησε
δὲ ᾿Ιακὼβ οὕτως καὶ
ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης,
καὶ ἔδωκεν αὐτῷ Λάβαν
Ραχὴλ τὴν θυγατέρα αὐτοῦ
αὐτῷ γυναῖκα. 29 ἔδωκε δὲ
Λάβαν τῇ θυγατρὶ αὐτοῦ
Βαλλὰν τὴν παιδίσκην αὐτοῦ
αὐτῇ παιδίσκην. 30 καὶ
εἰσῆλθε πρὸς Ραχήλ·
ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ
Λείαν· καὶ ἐδούλευσεν
αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
31 ᾿Ιδὼν δὲ Κύριος ὁ
Θεὸς ὅτι ἐμισεῖτο Λεία,
ἤνοιξε τὴν μήτραν αὐτῆς·
Ραχὴλ δὲ ἦν στεῖρα· 32 καὶ
συνέλαβε Λεία καὶ ἔτεκεν
υἱὸν τῷ ᾿Ιακώβ·
ἐκάλεσε δὲ τὸ ὄνομα
αὐτοῦ Ρουβὴν λέγουσα·
διότι εἶδέ μου Κύριος τὴν
ταπείνωσιν, καὶ ἔδωκέ μοι
υἱόν· νῦν οὖν ἀγαπήσει
με ὁ ἀνήρ μου. 33 καὶ συνέλαβε
πάλιν καὶ ἔτεκεν υἱὸν
δεύτερον τῷ ᾿Ιακὼβ καὶ
εἶπεν· ὅτι ἤκουσε Κύριος
ὅτι μισοῦμαι, καὶ προσέδωκέ
μοι καὶ τοῦτον· ἐκάλεσε
δὲ τὸ ὄνομα αὐτοῦ
Συμεών· 34 καὶ συνέλαβεν ἔτι
καὶ ἔτεκεν υἱὸν καὶ
εἶπεν· ἐν τῷ νῦν καιρῷ
πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ
μου, τέτοκα γὰρ αὐτῷ τρεῖς
υἱούς· διὰ τοῦτο
ἐκάλεσε τὸ ὄνομα αὐτοῦ
Λευεί. 35 καὶ συλλαβοῦσα ἔτι
ἔτεκεν υἱὸν καὶ εἶπε·
νῦν ἔτι τοῦτο
ἐξομολογήσομαι τῷ Κυρίῳ·
διὰ τοῦτο ἐκάλεσε τὸ
ὄνομα αὐτοῦ ᾿Ιούδαν. καὶ
ἔστη τοῦ τίκτειν. |