ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
17
15 Καὶ εἶπεν ὁ Θεὸς τῷ
῾Αβραάμ· Σάρα ἡ γυνή σου
οὐ κληθήσεται τὸ ὄνομα
αὐτῆς Σάρα, ἀλλὰ Σάρρα
ἔσται τὸ ὄνομα αὐτῆς. 16
εὐλογήσω δὲ αὐτήν, καὶ
δώσω σοι ἐξ αὐτῆς τέκνον·
καὶ εὐλογήσω αὐτό, καὶ
ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς
ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17
καὶ ἔπεσεν ῾Αβραὰμ ἐπὶ
πρόσωπον αὐτοῦ καὶ
ἐγέλασε καὶ εἶπεν ἐν τῇ
διανοίᾳ αὐτοῦ λέγων·
εἰ τῷ ἑκατονταετεῖ
γενήσεται υἱός; καὶ εἰ ἡ
Σάρρα ἐνενήκοντα ἐτῶν
τέξεται; 18 εἶπε δὲ ῾Αβραὰμ
πρὸς τὸν Θεόν· ᾿Ισμαὴλ
οὗτος ζήτω ἐναντίον σου. 19
εἶπε δὲ ὁ Θεὸς πρὸς
῾Αβραὰμ· ναί· ἰδοὺ
Σάρρα ἡ γυνή σου τέξεταί σοι
υἱόν, καὶ καλέσεις τὸ
ὄνομα αὐτοῦ ᾿Ισαάκ, καὶ
στήσω τὴν διαθήκην μου πρὸς
αὐτὸν εἰς διαθήκην
αἰώνιον, εἶναι αὐτῷ Θεὸς
καὶ τῷ σπέρματι αὐτοῦ
μετ᾿ αὐτόν. 20 περὶ δὲ
᾿Ισμαὴλ ἰδοὺ ἐπήκουσά
σου· καὶ ἰδοὺ εὐλόγηκα
αὐτὸν καὶ αὐξανῶ αὐτόν
καὶ πληθυνῶ αὐτὸν σφόδρα·
δώδεκα ἔθνη γεννήσει καὶ
δώσω αὐτὸν εἰς ἔθνος μέγα.
21 τὴν δὲ διαθήκην μου στήσω
πρὸς ᾿Ισαάκ, ὃν τέξεταί
σοι Σάρρα εἰς τὸν καιρὸν
τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ
ἑτέρῳ. 22 συνετέλεσε δὲ
λαλῶν πρὸς αὐτὸν καὶ
ἀνέβη ὁ Θεὸς ἀπό
῾Αβραάμ.
23 Καὶ ἔλαβεν ῾Αβραὰμ
᾿Ισμαὴλ τὸν υἱὸν
ἑαυτοῦ καὶ πάντας τοὺς
οἰκογενεῖς αὐτοῦ καὶ
πάντας τοὺς ἀργυρωνήτους
καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν
τῶν ἐν τῷ οἴκῳ ῾Αβραὰμ
καὶ περιέτεμε τὰς
ἀκροβυστίας αὐτῶν ἐν τῷ
καιρῷ τῆς ἡμέρας ἐκείνης,
καθὰ ἐλάλησεν αὐτῷ ὁ
Θεός. 24 ῾Αβραὰμ δὲ
ἐνενηκονταεννέα ἦν ἐτῶν,
ἡνίκα περιετέμετο τὴν σάρκα
τῆς ἀκροβυστίας αὐτοῦ. 25
᾿Ισμαὴλ δὲ ὁ υἱὸς
αὐτοῦ ἦν ἐτῶν δεκατριῶν,
ἡνίκα περιετέμετο τὴν σάρκα
τῆς ἀκροβυστίας αὐτοῦ. 26
ἐν δὲ τῷ καιρῷ τῆς
ἡμέρας ἐκείνης περιετμήθη
῾Αβραὰμ καὶ ᾿Ισμαὴλ ὁ
υἱὸς αὐτοῦ· 27 καὶ
πάντες οἱ ἄνδρες τοῦ οἴκου
αὐτοῦ καὶ οἱ οἰκογενεῖς
αὐτοῦ καὶ οἱ ἀργυρώνητοι
ἐξ ἀλλογενῶν ἐθνῶν,
περιέτεμεν αὐτούς. |