ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
44
18 ᾿Εγγίσας δὲ αὐτῷ
᾿Ιούδας εἶπε· δέομαι,
κύριε· λαλησάτω ὁ παῖς σου
ρῆμα ἐναντίον σου, καὶ μὴ
θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ
εἶ μετὰ Φαραώ. 19 κύριε, σὺ
ἠρώτησας τοὺς παῖδάς σου,
λέγων· εἰ ἔχετε πατέρα ἢ
ἀδελφόν; 20 καὶ εἴπαμεν τῷ
κυρίῳ· ἔστιν ἡμῖν
πατὴρ πρεσβύτερος καὶ παιδίον
γήρους νεώτερον αὐτῷ, καὶ
ὁ ἀδελφὸς αὐτοῦ
ἀπέθανεν, αὐτὸς δὲ μόνος
ὑπελείφθη τῇ μητρὶ αὐτοῦ,
ὁ δὲ πατὴρ αὐτὸν
ἠγάπησεν. 21 εἶπας δὲ τοῖς
παισί σου· καταγάγετε αὐτὸν
πρός με, καὶ ἐπιμελοῦμαι
αὐτοῦ. 22 καὶ εἴπαμεν τῷ
κυρίῳ· οὐ δυνήσεται τὸ
παιδίον καταλιπεῖν τὸν πατέρα
αὐτοῦ· ἐὰν δὲ
καταλίπῃ τὸν πατέρα,
ἀποθανεῖται. 23 σὺ δὲ εἶπας
τοῖς παισί σου· ἐὰν μὴ
καταβῇ ὁ ἀδελφὸς ὑμῶν
ὁ νεώτερος μεθ᾿ ὑμῶν, οὐ
προσθήσεσθε ἰδεῖν τὸ
πρόσωπόν μου. 24 ἐγένετο δὲ
ἡνίκα ἀνέβημεν πρὸς τὸν
παῖδά σου πατέρα ἡμῶν,
ἀπηγγείλαμεν αὐτῷ τὰ
ρήματα τοῦ κυρίου ἡμῶν. 25
εἶπε δὲ ὁ πατὴρ ἡμῶν·
βαδίσατε πάλιν καὶ
ἀγοράσατε ἡμῖν μικρὰ
βρώματα. 26 ἡμεῖς δέ
εἴπομεν· οὐ δυνησόμεθα
καταβῆναι. ἀλλ᾿ εἰ μὲν ὁ
ἀδελφὸς ἡμῶν ὁ νεώτερος
καταβαίνει μεθ᾿ ἡμῶν,
καταβησόμεθα· οὐ γὰρ
δυνησόμεθα ἰδεῖν τὸ
πρόσωπον τοῦ ἀνθρώπου, τοῦ
ἀδελφοῦ ἡμῶν τοῦ
νεωτέρου μὴ ὄντος μεθ᾿
ἡμῶν. 27 εἶπε δὲ ὁ παῖς σου,
ὁ πατὴρ ἡμῶν πρὸς
ἡμᾶς· ὑμεῖς γινώσκετε
ὅτι δύο ἔτεκέ μοι ἡ
γυνή· 28 καὶ ἐξῆλθεν ὁ
εἷς ἀπ᾿ ἐμοῦ, καὶ
εἴπατε ὅτι θηριόβρωτος γέγονε,
καὶ οὐκ εἶδον αὐτὸν ἄχρι
νῦν· 29 ἐὰν οὖν λάβητε
καὶ τοῦτον ἐκ τοῦ προσώπου
μου καὶ συμβῇ αὐτῷ μαλακία
ἐν τῇ ὁδῷ, καὶ κατάξετέ
μου τὸ γῆρας μετὰ λύπης εἰς
ᾅδου. 30 νῦν οὖν ἐὰν
εἰσπορεύωμαι πρὸς τὸν
παῖδά σου, πατέρα δὲ ἡμῶν,
καὶ τὸ παιδίον μὴ ᾖ μεθ᾿
ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ
ἐκκρέμαται ἐκ τῆς
τούτου
ψυχῆς, 31 καὶ ἔσται ἐν τῷ
ἰδεῖν αὐτὸν μὴ ὂν τὸ
παιδίον μεθ᾿ ἡμῶν,
τελευτήσει, καὶ κατάξουσιν οἱ
παῖδές σου τὸ γῆρας τοῦ
παιδός σου, πατρὸς δὲ ἡμῶν,
μετὰ λύπης εἰς ᾅδου. 32 ὁ
γὰρ παῖς σου παρὰ τοῦ πατρὸς
ἐκδέδεκται τὸ παιδίον
λέγων· ἐὰν μὴ ἀγάγω
αὐτὸν πρὸς σὲ καὶ στήσω
αὐτὸν ἐνώπιόν σου,
ἡμαρτηκὼς ἔσομαι εἰς τὸν
πατέρα πάσας τάς ἡμέρας. 33
νῦν οὖν παραμενῶ σοι παῖς
ἀντὶ τοῦ παιδίου, οἰκέτης
τοῦ κυρίου· τὸ δὲ παιδίον
ἀναβήτω μετὰ τῶν ἀδελφῶν
αὐτοῦ. 34 πῶς γὰρ
ἀναβήσομαι πρὸς τὸν πατέρα,
τοῦ παιδίου μὴ ὄντος μεθ᾿
ἡμῶν; ἵνα μὴ ἴδω τὰ
κακά, ἃ εὑρήσει τὸν
πατέρα μου. |