ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
27
30
Καὶ ἐγένετο μετὰ τὸ
παύσασθαι ᾿Ισαὰκ
εὐλογοῦντα ᾿Ιακὼβ τὸν
υἱὸν αὐτοῦ καὶ ἐγένετο,
ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ
προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς
αὐτοῦ, καὶ ῾Ησαῦ ὁ
ἀδελφὸς αὐτοῦ ἦλθεν
ἀπὸ τῆς θήρας. 31 καὶ
ἐποίησε καὶ αὐτὸς
ἐδέσματα καὶ προσήνεγκε τῷ
πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ
πατρί· ἀναστήτω ὁ πατήρ
μου καὶ φαγέτω ἀπὸ τῆς
θήρας τοῦ υἱοῦ αὐτοῦ,
ὅπως εὐλογήσῃ με ἡ ψυχή
σου. 32 καὶ εἶπεν αὐτῷ
᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ·
τίς εἶ σύ; ὁ δὲ εἶπεν·
ἐγώ εἰμι ὁ υἱός σου ὁ
πρωτότοκος ῾Ησαῦ. 33 ἐξέστη
δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην
σφόδρα καὶ εἶπε· τίς οὖν
ὁ θηρεύσας μοι θήραν καὶ
εἰσενέγκας μοι; καὶ ἔφαγον
ἀπὸ πάντων πρὸ τοῦ
ἐλθεῖν σε καὶ εὐλόγησα
αὐτόν, καὶ εὐλογημένος
ἔσται. 34 ἐγένετο δέ, ἡνίκα
ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα
τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ,
ἀνεβόησε φωνὴν μεγάλην καὶ
πικρὰν σφόδρα καὶ εἶπεν·
εὐλόγησον δή κἀμέ, πάτερ.
35 εἶπε δὲ αὐτῷ· ἐλθὼν
ὁ ἀδελφός σου μετὰ δόλου
ἔλαβε τὴν εὐλογίαν σου. 36
καὶ εἶπε· δικαίως ἐκλήθη
τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ·
ἐπτέρνικε γάρ με ἰδοὺ
δεύτερον τοῦτο· τά τε
πρωτοτόκιά μου εἴληφε καὶ
νῦν ἔλαβε τὴν εὐλογίαν
μου· καὶ εἶπεν ῾Ησαῦ τῷ
πατρὶ αὐτοῦ· οὐχ
ὑπελίπου μοι εὐλογίαν,
πάτερ; 37 ἀποκριθεὶς δὲ
᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ·
εἰ κύριον αὐτὸν πεποίηκά
σου καὶ πάντας τοὺς
ἀδελφούς αὐτοῦ πεποίηκα
αὐτοῦ οἰκέτας, σίτῳ
καὶ οἴνῳ ἐστήριξα
αὐτόν, σοὶ δὲ τί ποιήσω,
τέκνον; 38 εἶπε δὲ ῾Ησαῦ
πρὸς τὸν πατέρα αὐτοῦ·
μὴ εὐλογία μία σοί ἐστι,
πάτερ; εὐλόγησον δὴ κἀμέ,
πάτερ. κατανυχθέντος δὲ
᾿Ισαὰκ ἀνεβόησε φωνῇ
῾Ησαῦ καὶ ἔκλαυσεν. 39
ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ
πατὴρ αὐτοῦ εἶπεν
αὐτῷ· ἰδοὺ ἀπὸ τῆς
πιότητος τῆς γῆς ἔσται ἡ
κατοίκησίς σου καὶ ἀπὸ
τῆς δρόσου τοῦ οὐρανοῦ
ἄνωθεν. 40 καὶ ἐπὶ τῇ
μαχαίρᾳ σου ζήσῃ καὶ τῷ
ἀδελφῷ σου δουλεύσεις·
ἔσται δὲ ἡνίκα ἐὰν
καθέλῃς, καὶ ἐκλύσῃς
τὸν ζυγὸν αὐτοῦ ἀπὸ
τοῦ τραχήλου σου.
41
Καὶ ἐνεκότει ῾Ησαῦ τῷ
᾿Ιακὼβ περὶ τῆς εὐλογίας
ἧς εὐλόγησεν αὐτὸν ὁ
πατὴρ αὐτοῦ· εἶπε δὲ
῾Ησαῦ ἐν τῇ διανοίᾳ
αὐτοῦ· ἐγγισάτωσαν αἱ
ἡμέραι τοῦ πένθους τοῦ
πατρός μου, ἵνα ἀποκτείνω
᾿Ιακὼβ τὸν ἀδελφόν μου. 42
ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ
ρήματα ῾Ησαῦ τοῦ υἱοῦ
αὐτῆς τοῦ πρεσβυτέρου, καὶ
πέμψασα ἐκάλεσεν ᾿Ιακὼβ
τὸν υἱὸν αὐτῆς τὸν
νεώτερον καὶ εἶπεν αὐτῷ·
ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφός
σου ἀπειλεῖ σοι τοῦ
ἀποκτεῖναί σε· 43 νῦν οὖν,
τέκνον, ἄκουσόν μου τῆς
φωνῆς καὶ ἀναστὰς
ἀπόδραθι εἰς τὴν
Μεσοποταμίαν πρὸς Λάβαν τὸν
ἀδελφόν μου εἰς Χαρράν. 44
καὶ οἴκησον μετ᾿ αὐτοῦ
ἡμέρας τινάς, 45 ἕως τοῦ
ἀποστρέψαι τὸν θυμὸν καὶ
τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου
ἀπὸ σοῦ, καὶ ἐπιλάθηται
ἃ πεποίηκας αὐτῷ. καὶ
ἀποστείλασα μεταπέμψομαί σε
ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ
ἀπὸ τῶν δύο ὑμῶν ἐν
ἡμέρᾳ μιᾷ.
46
Εἶπε δὲ Ρεβέκκα πρὸς
᾿Ισαάκ· προσώχθικα τῇ ζωῇ
μου διὰ τὰς θυγατέρας τῶν
υἱῶν Χέτ· εἰ λήψεται
᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν
θυγατέρων τῆς γῆς ταύτης,
ἵνα τί μοι τὸ ζῆν; |