ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
35
9 ῎Ωφθη δὲ ὁ
Θεὸς τῷ ᾿Ιακὼβ ἔτι ἐν
Λουζᾷ, ὅτε παρεγένετο ἐκ
Μεσοποταμίας τῆς Συρίας, καὶ
εὐλόγησεν αὐτὸν ὁ Θεός. 10
καὶ εἶπεν αὐτῷ ὁ Θεός·
τὸ ὄνομά σου οὐ κληθήσεται
ἔτι ᾿Ιακώβ, ἀλλ᾿
᾿Ισραὴλ ἔσται τὸ ὄνομά
σου. καὶ ἐκάλεσε τὸ ὄνομα
αὐτοῦ ᾿Ισραήλ. 11 εἶπε δὲ
αὐτῷ ὁ Θεός· ἐγὼ ὁ
Θεός σου· αὐξάνου καὶ
πληθύνου· ἔθνη καὶ
συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ
σοῦ, καὶ βασιλεῖς ἐκ τῆς
ὀσφύος σου ἐξελεύσονται. 12
καὶ τὴν γῆν, ἣν ἔδωκα
῾Αβραὰμ καὶ ᾿Ισαάκ, σοὶ
δέδωκα αὐτήν· σοὶ ἔσται,
καὶ τῷ σπέρματί σου μετὰ
σὲ δώσω τὴν γῆν ταύτην. 13
ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿
αὐτοῦ ἐκ τοῦ τόπου, οὗ
ἐλάλησε μετ᾿ αὐτοῦ. 14 καὶ
ἔστησεν ᾿Ιακὼβ στήλην ἐν
τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿
αὐτοῦ ὁ Θεός, στήλην
λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿
αὐτὴν σπονδὴν καὶ
ἐπέχεεν ἐπ᾿ αὐτὴν
ἔλαιον. 15 καὶ ἐκάλεσεν
᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου,
ἐν ᾧ ἐλάλησε μετ᾿
αὐτοῦ ἐκεῖ ὁ Θεός,
Βαιθήλ.
16 ᾿Απάρας δὲ
᾿Ιακὼβ ἐκ Βαιθήλ, ἔπηξε
τὴν σκηνὴν αὐτοῦ
ἐπέκεινα τοῦ πύργου Γαδέρ.
ἐγένετο δὲ ἡνίκα ἤγγισεν
εἰς Χαβραθὰ τοῦ ἐλθεῖν
εἰς τὴν ᾿Εφραθᾶ, ἔτεκε
Ραχὴλ καὶ ἐδυστόκησεν ἐν
τῷ τοκετῷ. 17 ἐγένετο δὲ ἐν
τῷ σκληρῶς αὐτὴν τίκτειν,
εἶπεν αὐτῇ ἡ μαῖα·
θάρσει, καὶ γὰρ οὗτός σοί
ἐστιν υἱός. 18 ἐγένετο δὲ
ἐν τῷ ἀφιέναι αὐτὴν
τὴν ψυχήν, ἀπέθνησκε γάρ,
ἐκάλεσε τὸ ὄνομα αὐτοῦ
Υἱὸς ὀδύνης μου· ὁ δὲ
πατὴρ ἐκάλεσε τὸ ὄνομα
αὐτοῦ Βενιαμίν. 19 ἀπέθανε
δὲ Ραχὴλ καὶ ἐτάφη ἐν
τῇ ὁδῷ τοῦ ἱπποδρόμου
᾿Εφραθᾶ (αὕτη ἐστὶ
Βηθλεέμ). 20 καὶ ἔστησεν
᾿Ιακὼβ στήλην ἐπὶ τοῦ
μνημείου αὐτῆς· αὕτη
ἐστὶν ἡ στήλη ἐπὶ τοῦ
μνημείου Ραχὴλ ἕως τῆς
ἡμέρας ταύτης. 21 ἐγένετο
δέ ἡνίκα κατῴκησεν
᾿Ισραὴλ ἐν τῇ γῇ
ἐκείνῃ, ἐπορεύθη Ρουβὴν
καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς
τῆς παλλακῆς τοῦ πατρὸς
αὐτοῦ ᾿Ιακώβ· καὶ
ἤκουσεν ᾿Ισραήλ, καὶ
πονηρὸν ἐφάνη ἐναντίον
αὐτοῦ.
22 ῏Ησαν δὲ οἱ
υἱοὶ ᾿Ιακὼβ δώδεκα. 23
υἱοὶ Λείας· πρωτότοκος
᾿Ιακὼβ Ρουβήν, Συμεών, Λευί,
᾿Ιούδας, ᾿Ισσάχαρ, Ζαβουλών.
24 υἱοὶ δὲ Ραχήλ· ᾿Ιωσὴφ
καὶ Βενιαμίν. 25 υἱοὶ δὲ
Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν
καὶ Νεφθαλείμ. 26 υἱοὶ δὲ
Ζελφᾶς παιδίσκης Λείας· Γὰδ
καὶ ᾿Ασήρ. οὗτοι υἱοὶ
᾿Ιακώβ, οἳ ἐγένοντο
αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς
Συρίας.
27 ῏Ηλθε δὲ ᾿Ιακὼβ πρὸς
᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ
εἰς Μαμβρῆ, εἰς
πόλιν τοῦ πεδίου (αὕτη
ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν,
οὗ παρῴκησεν ῾Αβραὰμ καὶ
᾿Ισαάκ. 28 ἐγένοντο δὲ αἱ
ἡμέραι ᾿Ισαάκ, ἃς ἔζησεν,
ἔτη ἑκατὸν ὀγδοήκοντα, 29
καὶ ἐκλείπων ᾿Ισαὰκ
ἀπέθανε καὶ προσετέθη πρὸς
τὸ γένος αὐτοῦ πρεσβύτερος
καὶ πλήρης ἡμερῶν, καὶ
ἔθαψαν αὐτὸν ῾Ησαῦ καὶ
᾿Ιακὼβ οἱ υἱοὶ αὐτοῦ. |