ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
39
Καὶ ἦν ᾿Ιωσὴφ καλὸς
τῷ εἴδει καὶ ὡραῖος τῇ
ὄψει σφόδρα. 7 καὶ ἐγένετο
μετὰ τὰ ρήματα ταῦτα καὶ
ἐπέβαλεν ἡ γυνὴ τοῦ
κυρίου αὐτοῦ τοὺς
ὀφθαλμοὺς αὐτῆς ἐπὶ
᾿Ιωσὴφ καὶ εἶπε·
κοιμήθητι μετ᾿ ἐμοῦ. 8 ὁ
δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ
γυναικὶ τοῦ κυρίου αὐτοῦ·
εἰ ὁ κύριός μου οὐ
γινώσκει δι᾿ ἐμὲ οὐδὲν
ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ
πάντα, ὅσα ἐστὶν αὐτῷ,
ἔδωκεν εἰς τὰς χεῖράς μου 9
καὶ οὐχ ὑπερέχει ἐν τῇ
οἰκίᾳ ταύτῃ οὐδὲν
ἐμοῦ, οὐδὲ ὑπεξῄρηται
ἀπ᾿ ἐμοῦ οὐδὲν πλὴν
σοῦ, διὰ τὸ σὲ γυναῖκα
αὐτοῦ εἶναι, καὶ πῶς
ποιήσω τὸ ρῆμα τὸ πονηρὸν
τοῦτο, καὶ ἁμαρτήσομαι
ἐναντίον τοῦ Θεοῦ; 10
ἡνίκα δὲ ἐλάλει τῷ
᾿Ιωσὴφ ἡμέραν ἐξ
ἡμέρας, καὶ οὐχ ὑπήκουεν
αὐτῇ καθεύδειν μετ᾿
αὐτῆς τοῦ συγγενέσθαι
αὐτῇ. 11 ἐγένετο δὲ
τοιαύτη τις ἡμέρα, καὶ
εἰσῆλθεν ᾿Ιωσὴφ εἰς τὴν
οἰκίαν ποιεῖν τὰ ἔργα
αὐτοῦ, καὶ οὐδεὶς ἦν
τῶν ἐν τῇ οἰκίᾳ ἔσω, 12
καὶ ἐπεσπάσατο αὐτὸν τῶν
ἱματίων λέγουσα· κοιμήθητι
μετ᾿ ἐμοῦ. καὶ καταλιπὼν
τὰ ἱμάτια αὐτοῦ ἐν
ταῖς χερσὶν αὐτῆς ἔφυγε
καὶ ἐξῆλθεν ἔξω. 13 καὶ
ἐγένετο ὡς εἶδεν, ὅτι
καταλιπὼν τὰ ἱμάτια
αὐτοῦ ἐν ταῖς χερσὶν
αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν
ἔξω, 14 καὶ ἐκάλεσε τοὺς
ὄντας ἐν τῇ οἰκίᾳ καὶ
εἶπεν αὐτοῖς λέγουσα·
ἴδετε, εἰσήγαγεν ἡμῖν
παῖδα ῾Εβραῖον ἐμπαίζειν
ἡμῖν· εἰσῆλθε πρός με
λέγων· κοιμήθητι μετ᾿
ἐμοῦ, καὶ ἐβόησα φωνῇ
μεγάλῃ· 15 ἐν δὲ τῷ
ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα
τὴν φωνήν μου καὶ ἐβόησα,
καταλιπὼν τὰ ἱμάτια
αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγε
καὶ ἐξῆλθεν ἔξω. 16 καὶ
καταλιμπάνει τὰ ἱμάτια παρ᾿
ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος
εἰς τὸν οἶκον αὐτοῦ. 17 καὶ
ἐλάλησεν αὐτῷ κατὰ τὰ
ρήματα ταῦτα λέγουσα·
εἰσῆλθε πρός με ὁ παῖς ὁ
῾Εβραῖος, ὃν εἰσήγαγες
πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι
καὶ εἶπέ μοι· κοιμηθήσομαι
μετὰ σοῦ· 18 ὡς δὲ ἤκουσεν
ὅτι ὕψωσα τὴν φωνήν μου καὶ
ἐβόησα, καταλιπὼν τὰ
ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ
ἔφυγε καὶ ἐξῆλθεν ἔξω. 19
ἐγένετο δέ, ὡς ἤκουσεν ὁ
κύριος αὐτοῦ τὰ ρήματα
τῆς γυναικὸς αὐτοῦ, ὅσα
ἐλάλησε πρὸς αὐτόν,
λέγουσα· οὕτως ἐποίησέ
μοι ὁ παῖς σου, καὶ ἐθυμώθη
ὀργῇ. 20 καὶ λαβὼν ὁ κύριος
᾿Ιωσὴφ ἐνέβαλεν αὐτὸν
εἰς τὸ ὀχύρωμα, εἰς τὸν
τόπον, ἐν ᾦ οἱ δεσμῶται
τοῦ βασιλέως κατέχονται
ἐκεῖ ἐν τῷ ὀχυρώματι.
21 Καὶ ἦν Κύριος μετὰ
᾿Ιωσὴφ καὶ κατέχεεν
αὐτοῦ ἔλεος καὶ ἔδωκεν
αὐτῷ χάριν ἐναντίον τοῦ
ἀρχιδεσμοφύλακος, 22 καὶ ἔδωκεν
ὁ ἀρχιδεσμοφύλαξ τὸ
δεσμωτήριον διὰ χειρὸς
᾿Ιωσὴφ καὶ πάντας τοὺς
ἀπηγμένους, ὅσοι ἐν τῷ
δεσμωτηρίῳ, καὶ πάντα ὅσα
ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν
ποιῶν. 23 οὐκ ἦν ὁ
ἀρχιδεσμοφύλαξ τοῦ
δεσμωτηρίου γινώσκων δι᾿
αὐτὸν οὐδέν· πάντα γὰρ
ἦν διὰ χειρὸς ᾿Ιωσὴφ διὰ
τὸ τὸν Κύριον μετ᾿ αὐτοῦ
εἶναι, καὶ ὅσα αὐτὸς
ἐποίει, ὁ Κύριος εὐώδου
ἐν ταῖς χερσὶν αὐτοῦ. |