ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
25
5 ῎Εδωκε δὲ ῾Αβραὰμ
πάντα τὰ ὑπάρχοντα αὐτοῦ
᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ,
6 καὶ τοῖς υἱοῖς τῶν
παλλακῶν αὐτοῦ ἔδωκεν
῾Αβραὰμ δόματα καὶ
ἐξαπέστειλεν αὐτοὺς ἀπὸ
᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ,
ἔτι ζῶντος αὐτοῦ, πρὸς
ἀνατολὰς εἰς γῆν
ἀνατολῶν. 7 ταῦτα δὲ τὰ
ἔτη ἡμερῶν τῆς ζωῆς
῾Αβραὰμ ὅσα ἔζησεν,
ἑκατὸν ἑβδομηκονταπέντε
ἔτη. 8 καὶ ἐκλείπων
ἀπέθανεν ῾Αβραὰμ ἐν
γήρᾳ καλῷ πρεσβύτης καὶ
πλήρης ἡμερῶν καὶ προσετέθη
πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ
ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ
᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ
εἰς τὸ σπήλαιον τὸ διπλοῦν,
εἰς τὸν ἀγρὸν ᾿Εφρὼν
τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς
ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν
ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ
ἐκτήσατο ῾Αβραὰμ παρὰ
τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ
ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν
τὴν γυναῖκα αὐτοῦ. 11
ἐγένετο δὲ μετὰ τὸ
ἀποθανεῖν ῾Αβραάμ,
εὐλόγησεν ὁ Θεὸς τὸν
᾿Ισαὰκ υἱὸν αὐτοῦ·
καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ
τὸ φρέαρ τῆς ὁράσεως.
12 Αὗται δέ αἱ γενέσεις
᾿Ισμαὴλ τοῦ υἱοῦ
῾Αβραάμ, ὃν ἔτεκεν ῎Αγαρ
ἡ Αἰγυπτία ἡ παιδίσκη
Σάρρας τῷ ῾Αβραάμ. 13 καὶ
ταῦτα τὰ ὀνόματα τῶν
υἱῶν ᾿Ισμαὴλ κατ᾿
ὀνόματα τῶν γενεῶν
αὐτοῦ· πρωτότοκος
᾿Ισμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ
καὶ Ναβδεὴλ καὶ Μασσὰμ 14 καὶ
Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ 15
καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ
᾿Ιετοὺρ καὶ Ναφὲς καὶ
Κεδμά. 16 οὗτοί εἰσιν οἱ
υἱοὶ ᾿Ισμαὴλ καὶ ταῦτα
τὰ ὀνόματα αὐτῶν ἐν
ταῖς σκηναῖς αὐτῶν καὶ ἐν
ταῖς ἐπαύλεσιν αὐτῶν·
δώδεκα ἄρχοντες κατὰ ἔθνη
αὐτῶν. 17 καὶ ταῦτα τὰ ἔτη
τῆς ζωῆς ᾿Ισμαήλ·
ἑκατὸν τριακονταεπτὰ ἔτη·
καὶ ἐκλείπων ἀπέθανε καὶ
προσετέθη πρὸς τὸ γένος
αὐτοῦ. 18 κατῴκησε δὲ ἀπὸ
Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι
κατὰ πρόσωπον Αἰγύπτου, ἕως
ἐλθεῖν πρὸς ᾿Ασσυρίους·
κατὰ πρόσωπον πάντων τῶν
ἀδελφῶν αὐτοῦ κατῴκησε.
19 Καὶ αὗται αἱ γενέσεις
᾿Ισαὰκ τοῦ υἱοῦ
῾Αβραάμ· 20 ῾Αβραὰμ
ἐγέννησε τὸν ᾿Ισαάκ. ἦν
δὲ ᾿Ισαὰκ ἐτῶν
τεσσαράκοντα, ὅτε ἔλαβε τὴν
Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ
Σύρου ἐκ τῆς Μεσοποταμίας
Συρίας, ἀδελφὴν Λάβαν τοῦ
Σύρου, ἑαυτῷ εἰς γυναῖκα. 21
ἐδέετο δὲ ᾿Ισαὰκ Κυρίου
περὶ Ρεβέκκας τῆς γυναικὸς
αὐτοῦ, ὅτι στεῖρα ἦν·
ἐπήκουσε δὲ αὐτοῦ ὁ
Θεός, καὶ συνέλαβεν ἐν
γαστρὶ Ρεβέκκα ἡ γυνὴ
αὐτοῦ. 22 ἐσκίρτων δὲ τὰ
παιδία ἐν αὐτῇ· εἶπε δέ,
εἰ οὕτω μοι μέλλει γίνεσθαι,
ἵνα τί μοι τοῦτο; ἐπορεύθη
δὲ πυθέσθαι παρὰ Κυρίου. 23
καὶ εἶπε Κύριος αὐτῇ·
δύο ἔθνη ἐν γαστρί σου
εἰσί, καὶ δύο λαοὶ ἐκ
τῆς κοιλίας σου
διασταλήσονται· καὶ λαὸς
λαοῦ ὑπερέξει, καὶ ὁ
μείζων δουλεύσει τῷ
ἐλάσσονι. 24 καὶ ἐπληρώθησαν
αἱ ἡμέραι τοῦ τεκεῖν
αὐτήν, καὶ τῇδε ἦν δίδυμα
ἐν τῇ κοιλίᾳ αὐτῆς. 25
ἐξῆλθε δὲ ὁ πρωτότοκος
πυρράκης, ὅλος ὡσεὶ δορὰ
δασύς· ἐπωνόμασε δὲ τὸ
ὄνομα αὐτοῦ ῾Ησαῦ. 26 καὶ
μετὰ τοῦτο ἐξῆλθεν ὁ
ἀδελφὸς αὐτοῦ, καὶ ἡ
χεὶρ αὐτοῦ ἐπειλημμένη
τῆς πτέρνης ῾Ησαῦ· καὶ
ἐκάλεσε τὸ ὄνομα αὐτοῦ
᾿Ιακώβ. ᾿Ισαὰκ δὲ ἦν
ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν
αὐτοὺς Ρεβέκκα.
27 Ηὐξήθησαν δὲ οἱ
νεανίσκοι, καὶ ἦν ῾Ησαῦ
ἄνθρωπος εἰδὼς κυνηγεῖν,
ἄγροικος, ᾿Ιακὼβ δὲ
ἄνθρωπος ἄπλαστος, οἰκῶν
οἰκίαν. 28 ἠγάπησε δὲ
᾿Ισαὰκ τὸν ῾Ησαῦ, ὅτι ἡ
θήρα αὐτοῦ βρῶσις
αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα
τὸν ᾿Ιακώβ. 29 ἥψησε δὲ
᾿Ιακὼβ ἕψημα· ἦλθε δὲ
῾Ησαῦ ἐκ τοῦ πεδίου
ἐκλείπων, 30 καὶ εἶπεν
῾Ησαῦ τῷ ᾿Ιακώβ·
γεῦσόν με ἀπὸ τοῦ
ἑψήματος τοῦ πυρροῦ τούτου,
ὅτι ἐκλείπω. διὰ τοῦτο
ἐκλήθη τὸ ὄνομα αὐτοῦ
᾿Εδώμ. 31 εἶπε δὲ ᾿Ιακὼβ
τῷ ῾Ησαῦ· ἀπόδου μοι
σήμερον τὰ πρωτοτόκιά σου
ἐμοί. 32 καὶ εἶπεν
῾Ησαῦ· ἰδοὺ ἐγὼ
πορεύομαι τελευτᾶν, καὶ ἵνα
τί μοι ταῦτα τὰ πρωτοτόκια; 33
καὶ εἶπεν αὐτῷ ᾿Ιακώβ·
ὄμοσόν μοι σήμερον. καὶ
ὤμοσεν αὐτῷ· ἀπέδοτο
δὲ ῾Ησαῦ τὰ πρωτοτόκια τῷ
᾿Ιακώβ. 34 ᾿Ιακὼβ δὲ ἔδωκε
τῷ ῾Ησαῦ ἄρτον καὶ ἕψημα
φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε
καὶ ἀναστὰς ᾤχετο· καὶ
ἐφαύλισεν ῾Ησαῦ τὰ
πρωτοτόκια. |