ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
36
9 Αὗται δὲ αἱ γενέσεις
῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν
τῷ ὄρει Σηείρ, 10 καὶ ταῦτα
τὰ ὀνόματα τῶν υἱῶν
῾Ησαῦ· ῾Ελιφὰς υἱὸς
᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ
Ραγουὴλ υἱὸς Βασεμὰθ
γυναικὸς ῾Ησαῦ. 11 ἐγένοντο
δὲ ῾Ελιφὰς υἱοί·
Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ
καὶ Κενέζ· 12 Θαμνὰ δὲ ἦν
παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ
῾Ησαῦ καὶ ἔτεκε τῷ
῾Ελιφὰς τὸν ᾿Αμαλήκ·
οὗτοι υἱοὶ ᾿Αδᾶς
γυναικὸς ῾Ησαῦ. 13 οὗτοι δὲ
υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ,
Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν
υἱοὶ Βασεμὰθ γυναικὸς
῾Ησαῦ. 14 οὗτοι δὲ υἱοὶ
᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ
τοῦ υἱοῦ Σεβεγών, γυναικὸς
῾Ησαῦ· ἔτεκε δὲ τῷ
῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ
τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ.
15 οὗτοι ἡγεμόνες υἱοὶ
῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς
πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν
Θαιμάν, ἡγεμὼν ῾Ωμάρ,
ἡγεμὼν Σωφάρ, ἡγεμὼν
Κενέζ, 16 ἡγεμὼν Κορέ,
ἡγεμὼν Γοθώμ, ἡγεμὼν
᾿Αμαλήκ· οὗτοι ἡγεμόνες
῾Ελιφὰς ἐν γῇ
᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ
᾿Αδᾶς. 17 καὶ οὗτοι υἱοὶ
Ραγουὴλ υἱοῦ ῾Ησαῦ·
ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ,
ἡγεμὼν Σομέ, ἡγεμὼν
Μοζέ· οὗτοι ἡγεμόνες
Ραγουὴλ ἐν γῇ ᾿Εδώμ·
οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς
῾Ησαῦ. 18 οὗτοι δὲ υἱοὶ
᾿Ολιβεμᾶς γυναικὸς
῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ,
ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν
Κορέ· οὗτοι ἡγεμόνες
᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ
γυναικὸς ῾Ησαῦ. 19 οὗτοι
υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι
ἡγεμόνες αὐτῶν. οὗτοί
εἰσιν υἱοὶ ᾿Εδώμ. 20
Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ
Χορραίου τοῦ κατοικοῦντος τὴν
γῆν· Λωτά, Σωβάλ, Σεβεγών,
᾿Ανὰ 21 καὶ Δησὼν καὶ
᾿Ασὰρ καὶ Ρισών· οὗτοι
ἡγεμόνες τοῦ Χορραίου τοῦ
υἱοῦ Σηεὶρ ἐν τῇ γῇ
᾿Εδώμ. 22 ἐγένοντο δὲ
υἱοὶ Λωτάν· Χορρὶ καὶ
Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν
Θαμνά. 23 οὗτοι δὲ υἱοὶ
Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ
καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ
῾Ωμάρ. 24 καὶ οὗτοι υἱοὶ
Σεβεγών· ᾿Αϊέ καὶ
᾿Ανά· οὗτός ἐστιν
᾿Ανά, ὃς εὗρε τὸν
᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ,
ὅτε ἔνεμε τὰ ὑποζύγια
Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25
οὗτοι δὲ υἱοὶ ᾿Ανά·
Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ
᾿Ανά. 26 οὗτοι δὲ υἱοὶ
Δησών· ᾿Αμαδὰ καὶ
᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ
Χαρράν. 27 οὗτοι δὲ υἱοὶ
᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ
καὶ ᾿Ιουκάμ. 28 οὗτοι δὲ
υἱοὶ Ρισών· ῟Ως καὶ
᾿Αράν. 29 οὗτοι δὲ
ἡγεμόνες Χορρί· ἡγεμὼν
Λωτάν, ἡγεμὼν Σωβάλ,
ἡγεμὼν Σεβεγών, ἡγεμὼν
᾿Ανά, 30 ἡγεμὼν Δησών,
ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν
Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ
ἐν ταῖς ἡγεμονίαις αὐτῶν
ἐν γῇ ᾿Εδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς
οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ
πρὸ τοῦ βασιλεῦσαι βασιλέα
ἐν ᾿Ισραήλ. 32 καὶ
ἐβασίλευσεν ἐν ᾿Εδὼμ
Βαλὰκ υἱὸς Βεώρ, καὶ
ὄνομα τῇ πόλει αὐτοῦ
Δενναβά. 33 ἀπέθανε δὲ Βαλάκ,
καὶ ἐβασίλευσεν ἀντ᾿
αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ
ἐκ Βοσόρρας. 34 ἀπέθανε δὲ
᾿Ιωβάβ, καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ
τῆς γῆς Θαιμανών. 35 ἀπέθανε
δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ
υἱὸς Βαρὰδ ὁ ἐκκόψας
Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ,
καὶ ὄνομα τῇ πόλει αὐτοῦ
Γετθαίμ. 36 ἀπέθανε δὲ
᾿Αδάδ, καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ
Μασεκκᾶς. 37 ἀπέθανε δὲ
Σαμαδά, καὶ ἐβασίλευσεν
ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ
Ροωβὼθ τῆς παρὰ ποταμόν. 38
ἀπέθανε δὲ Σαούλ, καὶ
ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ
Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ. 39
ἀπέθανε δὲ Βαλαεννὼν
υἱὸς ᾿Αχοβώρ, καὶ
ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ
᾿Αρὰδ υἱὸς Βαράδ, καὶ
ὄνομα τῇ πόλει αὐτοῦ
Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ
αὐτοῦ Μετεβεήλ, θυγάτηρ
Ματραΐθ, υἱοῦ Μαιζοώβ.
40 Ταῦτα τὰ ὀνόματα τῶν
ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς
φυλαῖς αὐτῶν κατὰ τόπον
αὐτῶν, ἐν ταῖς χώραις
αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν
αὐτῶν. ἡγεμὼν Θαμνά,
ἡγεμὼν Γωλά, ἡγεμὼν
᾿Ιεθέρ, 41 ἡγεμὼν
᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς,
ἡγεμὼν Φινών, 42 ἡγεμὼν
Κενέζ, ἡγεμὼν Θαιμάν,
ἡγεμὼν Μαζάρ, 43 ἡγεμὼν
Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν.
οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν
ταῖς κατῳκοδομημέναις ἐν τῇ
γῇ τῆς κτήσεως αὐτῶν.
οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ. |