ΓΕΝΝΕΣΙΣ
Κεφάλαια
14
13 Παραγενόμενος δὲ τῶν
ἀνασωθέντων τις ἀπήγγειλεν
῞Αβραμ τῷ περάτῃ·
αὐτὸς δὲ κατῴκει παρὰ τῇ
δρυΐ τῇ Μαμβρῇ ᾿Αμορραίου
τοῦ ἀδελφοῦ ᾿Εσχὼλ καὶ
τοῦ ἀδελφοῦ Αὐνάν, οἳ
ἦσαν συνωμόται τοῦ ῞Αβραμ. 14
ἀκούσας δὲ ῞Αβραμ ὅτι
ᾐχμαλώτευται Λὼτ ὁ
ἀδελφιδοῦς αὐτοῦ,
ἠρίθμησε τοὺς ἰδίους
οἰκογενεῖς αὐτοῦ,
τριακοσίους δέκα καὶ ὀκτώ,
καὶ κατεδίωξεν ὀπίσω
αὐτῶν ἕως Δάν. 15 καὶ
ἐπέπεσεν ἐπ᾿ αὐτοὺς
τὴν νύκτα αὐτὸς καὶ οἱ
παῖδες αὐτοῦ, καὶ
ἐπάταξεν αὐτοὺς καὶ
κατεδίωξεν αὐτοὺς ἕως Χοβά,
ἥ ἐστιν ἐν ἀριστερᾷ
Δαμασκοῦ. 16 καὶ ἀπέστρεψε
πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ
Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ
ἀπέστρεψε καὶ πάντα τὰ
ὑπάρχοντα αὐτοῦ καὶ τὰς
γυναῖκας καὶ τὸν λαόν.
17 ᾿Εξῆλθε δὲ βασιλεὺς
Σοδόμων εἰς συνάντησιν αὐτῷ,
μετὰ τὸ ὑποστρέψαι αὐτὸν
ἀπὸ τῆς κοπῆς τοῦ
Χοδολλογομὸρ καὶ τῶν βασιλέων
τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν
κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν
τὸ πεδίον τῶν
βασιλέων). 18 καὶ Μελχισεδὲκ
βασιλεὺς Σαλὴμ ἐξήνεγκεν
ἄρτους καὶ οἶνον· ἦν δὲ
ἱερεὺς τοῦ Θεοῦ τοῦ
ὑψίστου. 19 καὶ εὐλόγησε
τὸν ῞Αβραμ καὶ εἶπεν·
εὐλογημένος ῞Αβραμ τῷ Θεῷ
τῷ ὑψίστῳ, ὃς ἔκτισε
τὸν οὐρανὸν καὶ τὴν γῆν. 20
καὶ εὐλογητὸς ὁ Θεὸς ὁ
ὕψιστος, ὃς παρέδωκε τοὺς
ἐχθρούς σου ὑποχειρίους σοι.
καὶ ἔδωκεν αὐτῷ ῞Αβραμ
δεκάτην ἀπὸ πάντων. 21 εἶπε
δὲ βασιλεὺς Σοδόμων πρὸς
῞Αβραμ· δός μοι τοὺς ἄνδρας,
τὴν δὲ ἵππον λάβε σεαυτῷ. 22
εἶπε δὲ ῞Αβραμ πρὸς τὸν
βασιλέα Σοδόμων· ἐκτενῶ
τὴν χεῖρά μου πρὸς Κύριον
τὸν Θεὸν τὸν ὕψιστον, ὃς
ἔκτισε τὸν οὐρανὸν καὶ
τὴν γῆν, 23 εἰ ἀπὸ σπαρτίου
ἕως σφυρωτῆρος ὑποδήματος
λήψομαι ἀπὸ πάντων τῶν
σῶν, ἵνα μὴ εἴπῃς, ὅτι
ἐγὼ ἐπλούτισα τὸν
῞Αβραμ· 24 πλὴν ὧν ἔφαγον
οἱ νεανίσκοι καὶ τῆς
μερίδος τῶν ἀνδρῶν τῶν
συμπορευθέντων μετ᾿ ἐμοῦ,
᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ,
οὗτοι λήψονται μερίδα. |